[1] οἶδα Σίμωνα καὶ Σίμων ἐμέ· Τελχίνων φύσει βασκάνων ὄντων (καὶ γὰρ τῷ τῆς Στυγὸς ὕδατι τὴν γῆν καταρραίνοντες ἄγονον ἐποίουν) δύο ἐγένοντο ἡγεμόνες, Σίμων καὶ Νίκων. ὑπερίσχυσε δὲ ὁ Σίμων κακοτροπώτατος ὢν ὥστε καὶ τὴν ἐπὶ Νίκωνι φήμην ἀπαλεῖψαι. διόπερ οἱ παροιμιαζόμενοι μόνον τὸν Σίμωνα ὀνομάζουσι. λεχθείη δ' ἂν ἡ παροιμία ἐπὶ τῶν ἀλλήλους ἐπὶ κακίᾳ γινωσκόντων.
[2] τὸ Βάβυος χεῖρον: Μαιάνδρῳ τῷ ποταμῷ δύο ἐγενέσθην παῖδε, Βάβυς καὶ Μαρσύας· ὧν ὁ Μαρσύας μὲν δυσὶ καλάμοις κατὰ τὸν Φρύγιον ηὔλει νόμον, ἑνὶ δὲ μόνῳ ὁ Βάβυς. ἀλλ' ὁ μὲν ἐπαρθεὶς τοῖς αὐλοῖς εἰς τοσοῦτον ἀπονοίας ἦλθεν [ὁ Μαρσύας], ὣς καὶ τῷ Ἀπόλλωνι περὶ αὐλητικῆς φιλονεικῆσαι. ἀγανακτήσαντος δὲ τοῦ θεοῦ εἰσπράττεται τῆς ἀπονοίας δίκην ‹καὶ› ἐν Κελαιναῖς τῆς Φρυγίας ἀσκὸς ἐξεδάρη. μέλλοντα δὲ καὶ τὸν Βάβυν ὁμοίως κολάζεσθαι, Ἀθήνη ἐπιφανεῖσα ἐξῃτήσατο ὑποθεμένη ὡς ἀφυῶς τῷ αὐλῷ χρᾶται. ὅθεν
[3] Ὑπερβερεταῖα: ἐπὶ τῶν ὑπερχρονίων εἴρηται. παρὰ γὰρ Μακεδόσιν ὁ τελευταῖος μὴν τοῦ ἐνιαυτοῦ Ὑπερβερεταῖος καλεῖται.
[4] Τὰ ἐκ παλαιᾶς: λείπει ἐνθάδε τὸ 'τῆς Τύρου'. Τύρον γὰρ τὴν παλαιὰν Ἀλέξανδρος ὁ Μακεδὼν πολλῇ χειρὶ ἐπελθὼν διέθηκε τὰ χαλεπώτατα, ὥστε τὴν πόλιν κατασκάψαι, τοὺς δὲ πολίτας οὓς μὲν ἀνασκολοπίσαι, οὓς δὲ κατακαῦσαι. ἐκ τούτου γοῦν ἡ παροιμία ‹λέγεται› ἐπὶ τῶν κακῶς διακειμένων.
[5] δανάκη: τοῦτο νομίσματός ἐστιν ὄνομα, ὃ τοῖς νεκροῖς ἐδίδοσαν πάλαι συγκηδεύοντες 'νεὼς Ἀχερουσίας ἐπίβαθρον.' Ἀχερουσία δέ ἐστι λίμνη ἐν Ἅιδου, ἣν διαπορθμεύονται οἱ τελευτῶντες, τὸ προειρημένον νόμισμα τῷ πορθμεῖ διδόντες.
[6] Ἰνοῦς ἄχη: Ἰνὼ ἡ Κάδμου συνελθοῦσα Ἀθάμαντι δύο ἐγέννησε παῖδας, Λέαρχον καὶ Μελικέρτην, καὶ θυγατέρα Εὐρύκλειαν. οὗτοι ὑπὸ Ἀθάμαντος μανέντος κατετοξεύθησαν. μετὰ δὲ τοῦ Μελικέρτου ἡ Ἰνὼ ἔρριψεν ἑαυτὴν εἰς τὴν πρὸς τῷ Μολουρίῳ θάλασσαν· καὶ τὴν μὲν εἰς Μέγαρα προσβρασθεῖσαν Μεγαρεῖς ἀνελόμενοι καὶ πολυτελῶς κηδεύσαντες ἐκάλεσαν Λευκοθέαν· τὸν δὲ εἰς Κορίνθιοι θάψαντες Μελικέρτην καὶ ἄγουσιν ἐπ' αὐτῷ ἀγῶνα τὰ Ἴσθμια. διὰ δὴ ταῦτα εἴρηται Ἰνοῦς ἄχη. ἄχος γὰρ ἡ λύπη ἀχανεῖς ποιοῦσα τοὺς κακῶς παθόντας. Ἀθάμαντι δὲ μανίαν ἐμβαλόντες ‹οἱ θεοὶ› τὴν Ἰνὼ τοιαῦτα παθεῖν παρεσκεύασαν. ταῦτα δὲ δηλώσει καὶ Μενεκράτης ὁ Τύριος
[7] ὁ ἄπληστος πίθος: ἐπὶ τῶν πολλὰ ἐσθιόντων καὶ γαστριμαργούντων. μετενήνεκται δὲ ἀπὸ τοῦ μύθου τοῦ περὶ τὰς Δαναΐδας, καὶ τοῦ πίθου εἰς ὃν ἀνιμῶσαι ὕδωρ βάλλουσι· λέγεται γὰρ οὗτος ὁ πίθος ἐν Ἅιδου εἶναι οὐδέποτε πληρούμενος· πάσχουσι δὲ περὶ αὐτὸν αἱ τῶν ἀμυήτων ψυχαί, καὶ αἱ κόραι, ἃς ἔνιοι Δαναΐδας λέγουσιν, αἳ πληροῦσαι ἐν κατεαγόσιν ἀγγείοις ὕδωρ πρὸς αὐτὸν φέρουσι τετρημένον. ‹ἐγ›γέγραπται δὲ τῷ πίθῳ 'ἀμυήτων' Λέγονται δὲ αἱ κόραι 'ἠπεδαναί', τουτέστιν ἀσθενεῖς παρὰ τὸ ἄπεδον δύναται δὲ ἡ παροιμία καὶ ἐπ' αὐτοῦ λέγεσθαι τοῦ Ἅιδου, ὅτι πολλῶν πάντοτε θνησκόντων οὐδέποτε πληροῦται.
[8] τὰς ἐν Ἅιδου τριακάδας: τιμᾶται ἡ τριακὰς ἐν Ἅιδου διὰ τὴν Ἑκάτην μυστικώτερον, ᾗ καὶ τρίγλα ἐπιθύεται, , ἐπεὶ καὶ αὐτὴν τὴν Ἑκάτην φασὶ Τριτογενῆ εἶναι. καὶ γὰρ Ἀθηνᾶ καὶ Ἄρτεμις καὶ Ἑκάτη αἱ τρεῖς δοκοῦσιν ἓν εἶναι. τὸ γοῦν μυστικὸν Ἑκάτη ἡ Φερσεφόνεια καλεῖται, τῶν ὑποχθονίων δεσπότις. ὅθεν καὶ ἀφιδρύματα Ἑκάτης πρὸς ταῖς τριόδοις ἐστὶ καὶ τὰ νεκύσια τῇ τριακάδι ἄγεται. λεχθείη δ' ἂν ἡ παροιμία ἐπὶ τῶν περιέργων καὶ τὰ ἀποκεκρυμμένα ζητούντων γινώσκειν.
[9] ἐν παντὶ μύθῳ καὶ τὸ Δαιδάλου μύσος· Πασιφάην φασὶν ἐρασθεῖσαν ταύρου Δαίδαλον ἱκετεῦσαι, ποιῆσαι ξυλίνην βοῦν ‹καὶ› κατασκευάσαντα [εἰς] αὐτὴν ἐνθεῖναι· ἣν ἐπιβαίνων ὡς βοῦν ὁ ταῦρος ἔγκυον ἐποίησεν. ἐξ ἧς ἐγεννήθη ὁ Μινώταυρος. Μίνως δὲ διά τινας αἰτίας ὀργιζόμενος τοῖς Ἀθηναίοις ἑπτὰ παρθένους καὶ ἴσους νέους ἐξ αὐτῶν ἐδασμολογεῖτο, οἱ παρεβάλλοντο τῷ θηρίῳ. ὡς οὖν τὸν Δαίδαλον ἀρχηγὸν τούτων τῶν κακῶν γενόμενον διά τε τὸ κατεσκευακέναι τὴν ξυλίνην βοῦν καὶ διὰ τὸ αἴτιον τῆς τοῦ θηρίου γενέσεως γεγονέναι ἐμυσάχθησαν, ἐξηνέχθη ἡ παροιμία.
[10] νόμος καὶ χώρα: ἡ παροιμία αὕτη λέγεται διὰ τὸ ἕκαστον ἔθνος ἰδίοις νόμοις χρῆσθαι. Πέρσαι μὲν γὰρ μεθύοντες βουλεύονται. καὶ τοὺς βασιλεῖς ἑαυτῶν ὡς θεοὺς προσκυνοῦσι, καὶ οἱ μὲν ἶσοι ἀλλήλους καταφιλοῦσιν, οἱ δὲ ταπεινότεροι τῶν παρειῶν τῶν μειζόνων μόνον θιγγάνουσι· τὰ δὲ γεννηθέντα αὐτοῖς παιδία μετὰ τετραετίαν βλέπουσιν.
καὶ ἄλλα εἰσὶ παρ' ἄλλοις, οἷς μόνοι κατὰ ἴδιον ἔθος χρῶνται.
Γόρδιοι τὸν παχύτατον αὑτῶν βασιλέα αἱροῦνται. Σούρακοι τὸ διάδημα τῷ μακροτάτῳ διδόασιν: ὡς δέ τινες φασὶ, τῷ μακροτάτην ἔχοντι τὴν κεφαλήν.
Στάφυλοι τιμῶσι γυναῖκα τὴν πλείοσιν ἀνδράσι γαμηθεῖσαν. Ὄρειοι Μασσαγέται ἐν ταῖς ὁδοῖς πλησιάζουσι. Σαυρομάται παρὰ πότον τὰς θυγατέρας πιπράσκουσι. παρ' Ἀμαζόσιν οὐδεμία γαμεῖται, ἐὰν μὴ πολέμιον ἀνέλῃ.
Τιβαρηνοὶ τῶν γυναικῶν τεκουσῶν αὐτοὶ τὰς κεφαλὰς δέονται καὶ κατακλίνονται.
παρὰ τοῖς Κερκεταίοις οἱ ἐργάται τὰ φορτία βαστάζουσιν, ἄχρις οὗ τις αὐτὰ ὠνήσεται.
Ἐσσηδόνες τοὺς γονεῖς ἐσθίουσι χωρὶς τῆς κεφαλῆς· τὴν δὲ κεφαλὴν χρυσοῦσιν. Καυσιανοὶ ἐπὶ μὲν τοῖς γεννωμένοις δακρύουσιν, ἐπὶ δὲ ἀποθνήσκουσι χαίρουσιν.
Βακχείριοι ἐὰν ἀπὸ νόσου ‹μὴ› σωθῶσι, κυσὶν ἑαυτοὺς παραβάλλουσιν.
Ὀργεμπαῖοι οἰκίας οὐκ ἔχουσιν, οὐδ' ἔμψυχόν τι σιτοῦνται· εἰσὶ δὲ καὶ σὺν γυναιξὶ φαλακροὶ διὰ τὴν φύσιν τοῦ ὕδατος, οὗ πίνουσι.
Θυσσαγέται τὰ ὀστᾶ τοῖς θεοῖς ἐπιθύουσιν, αὐτοὶ τὰς σάρκας ἐσθίοντες. Ταυροσκύθαι ἀνθρωποθυτοῦσιν.
Βυζωνοὶ μεσόγειοι βοῦς ἀμέλγοντες μόνῃ ταύτῃ τροφῇ χρῶνται. οἱ κατὰ τὴν ἡμετέραν οἰκουμένην Ἴβηρες κυνῶν ἀγέλας τρέφουσιν ἀντὶ προβάτων. Αἰθίοπες δὲ οἱ λεγόμενοι Κολχεῖς ὑαίνας. διὰ ταῦτα ἡ παροιμία εἴρηται.
[11] οἶκος φίλος, οἷκος ἄριστος: ἔνιοι τὴν παροιμίαν ἐπὶ τὸ γελοιότερον μεταφράζοντες αὐτὴν ἐπὶ τῆς χελώνης εἶναί φασιν.
[12] συντομώτερος ληκύθου: οἱ γῆς ἐπίβαθρον παρ' Ἀθηναίοις τελοῦντες μέτοικοι λοιδορούμενοι ὑπὸ τῶν φύσει Ἀθηναίων ἠνείχοντο, οὐδὲ χανεῖν πρὸς τὰς λοιδορίας δυνάμενοι.
[13] λούσαιο τὸν Πελίαν: αὕτη ἡ παροιμία προήχθη ἐκ τῶν συμβεβηκότων τῷ Πελίᾳ· ὃν αἱ θυγατέρες αὐτοῦ εἰς λέβητα ζέοντα καθῆκαν, ἐξαπατηθεῖσαι ὑπὸ Μηδείας, ὡς νέον ποιήσουσαι, καὶ οὕτως αὐτὸν δαπανηθέντα ἀπώλεσαν. ἐλούσαντο δὲ καὶ ἄλλοι πολλοὶ κακῶς. Μάγαν μὲν γὰρ τὸν τοῦ Φιλοπάτορος ἀδελφὸν ὁ Θέογος λουόμενον καθήψησε ζέοντα λέβητα ἐπικλύσας αὐτῷ. Μίνῳ δὲ τῷ Κρητῶν βασιλεῖ αἱ Κωκάλου θυγατέρες ἐπέχεαν ζέουσαν πίσσαν.
[14] ἢ δεῖ χελώνης κρέα φαγεῖν ἢ μὴ φαγεῖν: ἐπὶ τῶν κατακόρως καὶ ἀδιαφόρως πάντα ἐσθιόντων
[15] ἧλιξ ἥλικα τέρπει:
[16] καθ' αὑτοῦ Βελλεροφόντης: Βελλεροφόντης ἀνελὼν Πειρῆνα περὶ ἱερὸν εἰς Τίρυνθα φυγὰς ἐξ Ἄργους παραγίνεται πρὸς τὸν Προῖτον· Προῖτος δ' αὐτὸν διαβληθέντα ὑπὸ τῆς γυναικὸς αὐτοῦ εἰς Λυκίαν ἀποστέλλει πρὸς Ἀμφιάνακτα γράμματα ἔχοντα, ὥστε τὸν φέροντα ἀποκτιννύναι. ὁ δὲ ἀγνοῶν τὰ γεγραμμένα καθ' ἑαυτοῦ, ἀπήνεγκε ὁ δὲ πέμπει ‹αὐτὸν› πρὸς Ἀμισόδαρον
[17] Βησᾶς ἕστηκας: οὗτος ἕστηκεν [οἷον ἀχανὴς καὶ] παταγώδης καὶ ὑπόμωρος.
[18] μερὶς οὐ πνίγει: τῶν ἐδεσμάτων κοινῇ καὶ μὴ κατὰ μέρος τιθεμένων τὸ πρότερον οἱ δυνατώτεροι τὰς τροφὰς τῶν ἀσθενῶν ἥρπαζον, καὶ συνέβαινε τούτους ἀποπνίγεσθαι, ἐπεὶ ἄρα αὑτοῖς βοηθεῖν οὐκ ἠδύναντο. διὰ τοῦτο οὖν ὁ διαμερισμὸς ἐπενοήθη· καὶ ἕκαστος ἑκάστῳ τὸ ἶσον λαμβάνων ἐπεφώνει· 'μερὶς οὐ πνίγει.'
[19] ἀφ' ἵππων ἐπ' ὄνους: τὴν παροιμίαν ταύτην ἐροῦμεν ἐπὶ τῶν ἀπὸ τῶν σεμνῶν εἰς τὰ ἄσεμνα ἡκόντων· οἷον ἀπὸ γραμματικῶν ἢ πραγματικῶν εἰς χαλκευτικὴν ἢ ἡνιοχευτικὴν ἢ εἰς ἄλλο τι τῶν ἀτιμοτάτων.
[20] Κόττας Μάξιμος: οὗτος ὕπαρχος ἦν Πομπηΐου, πιστευθεὶς Κυπρὸν καὶ Σαρδώ. ἀγανακτήσας δὲ κατ' αὐτοῦ ὁ Καῖσαρ Ἰούλιος δι' ἣν εἶχεν ὑπεροψίαν καθεῖλεν αὐτόν. λέγεται γοῦν ἐπὶ τῶν ὑπὲρ τὸ δέον φρονηματιζομένων.
[21] τὸ ἀρνίον σοι λελάληκεν: Αἰγύπτιοι τοῦτο ἀνέγραψαν ὡς ἀνθρωπείᾳ φωνῇ λαλῆσαν· εὑρέθη δὲ ἔχον βασίλειον δράκοντα ἐπὶ τῆς κεφαλῆς αὐτοῦ πτερωτὸν ἔχοντα μῆκος πήχεων δ', καὶ τῶν βασιλέων τινὶ λελάληκε τὰ μέλλοντα .
[22] τὸ βασιλικὸν βοΐδιον: ἐπὶ Πτολεμαίου τοῦ νέου Διονύσου βασιλεύοντος βοῦς ἀπέτεκεν ἓξ βοΐδια· πρὸς ἀγαθοῦ δὲ οἰωνοῦ τὸ συμβεβηκὸς λαβὼν ὁ Πτολεμαῖος προσέταξεν ἐν τοῖς βασιλείοις μετὰ πάσης ἐπιμελείας πολυτελῶς αὐτὰ τρέφεσθαι. διὸ καὶ βασιλικὰ ἐκλήθη· χρήσῃ δὲ τούτῳ ἢ ἐπὶ τῶν θεραπείας πολλῆς ἀξιουμένων ἢ ἐπὶ τῶν εὐτυχούντων.
[23] ὁ Φθάς σοι λελάληκεν: Μεμφῖται τὸν Ἥφαιστον Φθὰν καλοῦσιν. ἔστι δὲ χρησμολόγος ὁ Φθὰς παρ' αὐτοῖς.
[24] ἄφωνος Ἱππαρχίων: κατὰ τοὺς προπάτορας ἡμῶν δύο κιθαρῳδοὶ διάσημοι ἐγένοντο, Ἱππαρχίων καὶ Ῥουφῖνος. καὶ δὴ ἀγῶνος ἐνστάντος πενταετηρικοῦ ἀγομένου ἐν Ἰουλιοπόλει κατὰ τὸ ἔθος ὁ Ἱππαρχίων ἀχανὴς ἔστη ταραχῇ τῇ περὶ τὸ θέατρον ἀποσιωπήσας.
[25] Βόκχορις: οὗτος βασιλεὺς Αἰγύπτιος ὢν ἐπὶ δικαιοσύνῃ καὶ ἐπινοίᾳ κρίσεων ἀπομνημονεύεται. εἴρηται δὲ ἡ παροιμία ἐπὶ τῶν δικαιότατα καὶ παρευρημένως κρινόντων.
[26] Προμέρου κύνες: οὗτος βασιλικὸς οἰκέτης ὢν ἐμίσησε καθ' ὑπερβολὴν Εὐριπίδην τὸν [τῶν] τραγῳδοποιὸν [ποιητὴν] ἔκ τινων διαβολῶν τῶν πρὸς τὸν ἐαυτοῦ δεσπότην· ἀναλύοντι δ' αὐτῷ ἐπαφῆκε κύνας ἀγρίους, οἳ τὸν Εὐριπίδην κατεθοινήσαντο. διὰ τοῦτο καὶ ἡ παροιμία
[27] Πτολεμαῒς ἡ δίκη: πρεσβῦτις ἦν ἀρχαία αὕτη, ἄχρις οὗ ἀποθάνοι δίκας λαχοῦσα διὰ τὸ ἀεὶ [ποτε] ὑπερτίθεσθαι καὶ μήποτε βούλεσθαι ἀπαλλαγῆναι τοῦ δικάζεσθαι. ἐπὶ τῶν ἀεὶ δικαζομένων.
[28] Ἄννας κρίβανος: μυθεύεται [ὅτι] τὴν Ἄνναν Αἰγυπτίαν οὖσαν εἰς τὴν τῶν ἄρτων ὄπτησιν ἐπινενοηκέναι τὸν κρίβανον. ἀφ' ἧς ἡ παροιμία ἐπὶ τῶν καινόν τι ἐφευρηκότων.
[29] τὸ τοῦ Δίωνος γρῦ: οὗτος ὁ Δίων Ἀλεξανδρεὺς μὲν ἦν τὸ γένος, διαβόητος δὲ ἐπὶ φιλοσοφίᾳ, ἔχων ἀδελφὸν παλαίστην Διονύσιον, Τόψιον ἐπικαλούμενον. λοιδορούμενος δ' ὑπό τινος τῶν ἀνταγωνιστῶν αὐτοῦ καὶ ἀκούων ῥητὰ καὶ ἄρρητα καίτοι πολλοῦ παρακολουθοῦντος ὄχλου αὐτὸς μὲν οὐδὲν ἐφθέγξατο κατεσταλμένος τὸ τῆς φιλοσοφίας παράγγελμα τηρῶν· ἐντὸς δὲ τοῦ ἰδίου πυλῶνος γενόμενος καὶ μηδὲν ὀργῆς ὑποφήνας εἶπε πρὸς τὸν νεανίαν 'οὐδὲ γρῦ'. ὁ δὲ ἀθυμήσας ἀπήγξατο.
εἴρηται δὲ καὶ παρὰ τοῖς Ἀττικοῖς τὸ γρῦ [καὶ] ἐπὶ τοῦ μικροῦ καὶ τοῦ τυχόντος. καὶ γὰρ τὸν ἐν τοῖς ὄνυξι ῥύπον λέγουσι γρῦ καὶ γρυτάρια τὰ κατὰ τὴν οἰκίαν λεπτὰ σκευάρια καὶ γρυτοπώλην τὸν τὰ σκευάρια πωλοῦντα.
[30] τὰ μηδὲν πρὸς τὸν Διόνυσον: τὴν κωμῳδίαν καὶ τὴν τραγῳδίαν ἀπὸ γέλωτος εἰς τὸν βίον φασὶ παρελθεῖν. καὶ ‹γὰρ› κατὰ καιρὸν τῆς συγκομιδῆς τῶν γεννημάτων παραγενομένους τινὰς ἐπὶ τὰς ληνοὺς καὶ τοῦ γλεύκους πίνοντας [ποιήματά τινα] σκώπτειν· ‹ὕστερον δὲ σκωπτικὰ› ποιήματά τινα καὶ γράφειν, ‹ἃ› διὰ τὸ πρότερον ἐν ‹κώμαις ᾄδεσθαι› κωμῳδίαν καλεῖσθαι. ἤρχοντο δὲ καὶ συνεχέστερον εἰς τὰς κώμας τὰς Ἀττικὰς γύψῳ τὰς ὄψεις κεχρισμένοι καὶ ἔσκωπτον. τραγικὰ παρεισφέροντες, ‹ἐπὶ τὸ› αὐστηρότερον μετῆλθον ταῦτα οὖν καὶ ἐπεὶ τῷ Διονύσῳ πολέμιόν ἐστιν ὁ τράγος ἐπισκώπτοντές τινες ἔλεγον. ἐπὶ τῶν τὰ ἀνοίκειά τισι προσφερόντων.
[31] Ἀτρέως ὄμματα: οἱονεὶ ἄτρεπτα καὶ σκληρά· εἴρηται ἀπὸ τῆς Ἀτρέως παρανομίας, ὃς ὑπονοήσας ἐκ διαβολῆς τὸν ἀδελφὸν Θυέστην μοιχεύειν Ἀερόπην τὴν γυναῖκα αὐτοῦ, τὰ τέκνα τοῦ Θυέστου συγκόψας καὶ ἑψήσας δειπνοῦντι παρέθηκε τῷ πατρὶ, αἴσθησιν παρασχὼν τῆς συμφορᾶς ἐκ τοῦ τελευταῖα τὰ ἄκρα παραθεῖναι.
[32] ὄνῳ τις ἔλεγε μῦθον· ὁ δὲ τὰ ὦτα ἐκίνει: εἰς ἀναισθησίαν τινῶν ἡ παροιμία εἴρηται κατ' ἀμφότερα· τό τε γὰρ ζῷον νωχελές ἐστι ἐπὶ τὰ ἔργα καὶ τὰ ὦτα κινεῖ, οἷον εἰ πρὸ τοῦ τινα λαλῆσαι πάντα ἀκήκοεν· ὅπερ ἐστὶ καὶ αὐτὸ ἀναισθησίας· πῶς γὰρ ἂν δύναιτό τις ἐγνωκέναι τὰ μὴ λαληθέντα αὐτῷ, κἂν ὦτα μεγάλα ὥσπερ ὄνος ἔχῃ;
[33] ὄνος λύρας ἀκούει.
[34] εἴποις τὰ τρία τὰ παρὰ τῇ αὐλῇ: τοῖς ἐπὶ θάνατον ἀπαγομένοις ταύτης μετῆν τῆς παρρησίας, ὥστε τροφῆς καὶ οἴνου πληρωθεῖσι τρία λέγειν ἃ βούλονται· μεθ' ἃ φιμωθέντες ἀπήγοντο πρὸς τὴν κόλασιν. τὸ δὲ νῦν ἀρχεῖον λεγόμενον αὐλὴ ἐκαλεῖτο [ὅπου ἀπήγοντο], καὶ τοὺς ἐν αὐτῷ διαιτωμένους ὑπηρέτας αὐλικοὺς ὠνόμαζον. ὡς ἐκ τούτου φανερὰν εἶναι τὴν λοιδορίαν.
[35] γράψαις πρὸς τὴν Ἄρτεμιν· διὰ τὸ εἶναι κακωτικὸν εἴρηται.
[36] σὺν Ἀθηνᾷ καὶ χεῖρα κίνει· [παροιμία] ἐπὶ τοῦ μὴ χρῆναι ἐπὶ ταῖς τῶν θεῶν ἐλπίσι καθημένους ἀργεῖν. τίθεται δὲ ἡ παροιμία ἐπὶ γυναικῶν μάλιστα ὀφειλουσῶν ἐργάζεσθαι· ἡ γὰρ Ἀθηνᾶ ἐργάνη ἕτεροι δέ φασιν ὅτι μέλλων τὶς ἀγωνίσασθαι χρησμὸν παρὰ τῆς Ἀθηνᾶς εἴληφεν, ὅτι νικήσει· ἐνστάντος δὲ τοῦ ἀγῶνος εἰσελθὼν εἰς τὸ θέατρον καὶ κάτω βαλὼν τὰς χεῖρας εἱστήκει, ἕως τυπτόμενος ὑπὸ τοῦ ἀνταγωνιστοῦ ἐνικήθη.
[37] Αἰσώπειον αἷμα· ἐπὶ τῶν δυσαποτρίπτοις ὀνείδεσιν ἐνεχομένων εἴρηται ὡς Ἀριστοτέλης.
[38] ἀγαθῶν ἀγαθὰ καὶ ἀγαθῶν ἀγαθίδες· ὡς δεινότερα Δεινίου καὶ κυνώτερα Κύντωνος· ἐπὶ τῶν καθ' ὑπερβολήν ‹κακῶν›.
[39] ἅλις δρυός.
[40] ἄλλην δρῦν βαλάνιζε.
[41] βουλήσεταί τις μᾶλλον ἢ δυνήσεται· ἐπὶ τῶν προαιρουμένων μὲν ἀδικῆσαι, οὐ δυναμένων δέ. ὅλον κεῖται ἐν τῷ μωμήσεταί τις μᾶλλον ἢ μιμήσεται.
[42] Βουμίλκου νῆες· ἐπὶ τῶν παραλογιζομένων. φασὶ γὰρ ‹ὅτι› Κυρηναίας οὔσας τὰς ναῦς προσεποιεῖτο ἰδίας ἔχειν.
[43] Ἡλιάδων δάκρυα· ἐπὶ τῶν πολλὰ ἐχόντων χρήματα· παρόσον τὰς Ἡλιάδας ‹εἰς› αἰγείρους ‹ἀποδενδρωθείσας› Φαέθοντα θρηνούσας τὸν ἀδελφὸν στάζειν δάκρυα τὸν ἤλεκτρον οἱ Ἕλληνες ἐμυθεύσαντο· Ἡλίου δὲ τέκνα Φαέθων καὶ αἱ Αἴγειροι.
[44] βάλλειν μήλοις: ἐπὶ τῶν τυχόντων ὧν ἐρῶσι. παρῆκται δὲ ἀπὸ τῶν πεμφθέντων παρ' Ἱππομένους ἐπὶ Ἀταλάντην μήλων. προύκειτο μὲν γὰρ τῷ νικῶντι δρόμῳ τὴν Ἀταλάντην ἔπαθλον ὁ ταύτης γάμος. Ὁ γοῦν Ἱππομένης εἰς ἅμιλλαν καταστὰς χρυσᾶ μῆλα πρότερον παρὰ τῆς Ἀφροδίτης λαβὼν καὶ ταῦτα ῥίπτων αὐτῆς περιγέγονεν ἀσχολουμένης περὶ τὴν τῶν μήλων συλλογήν.
[45] Εἰρὰς καὶ Χάρμιον: τούτων ἡ μὲν τῶν τριχῶν ἐπιμέλειαν ἐποιεῖτο Κλεοπάτρας τῆς βασιλίσσης, ἡ δὲ τῶν ὀνύχων· παρέμειναν δ' αὐτῇ καὶ μέχρι θανάτου καὶ ἀποθανοῦσαι πολυτελοῦς ταφῆς ἠξιώθησαν καὶ τιμῆς ἔτυχον. Κλεοπάτραν γὰρ Καῖσαρ ὁ Αὔγουστος Ἀντώνιον χειρωσάμενος ἐβουλήθη τὸ βασιλικὸν αὐτῆς περιελεῖν διάδημα καὶ ἐν θριάμβῳ ἀγαγεῖν ἐπὶ μέσου τῆς πόλεως. ἡ δὲ Κλεοπάτρα αἱρουμένη μᾶλλον ἐντίμως ἀποθανεῖν ἢ ἐν ἰδιωτικῇ τάξει ἐπὶ θεάτρου ἀτιμασθῆναι, ἀνελεῖν ἑαυτὴν ἐμέλλησεν. ἀπόπειραν δὲ τῆς σκέψεως ποιουμένη ἐπέτρεψεν Εἰράδι καὶ Χαρμίῳ ἐχίδνας παρ' ἑκατέρῳ τῶν μαζῶν ἐπιθέσθαι· αἱ δὲ τοῦτο ποιήσασαι ἀνῃρέθησαν. εἰθ' οὕτως καὶ Κλεοπάτρα βασιλικῶς ἑαυτὴν περιστείλασα ἔχιδναν ἐπέθηκε τῷ μαζῷ καὶ ὑπ' αὐτῆς ἀνῃρέθη. ἀνδριάντες οὖν χάλκεοι πρὸ τοῦ μνήματος τῆς Κλεοπάτρας, ὃ καλεῖται Μαυσώλειον, Εἰράδι καὶ Χαρμίῳ ἀνετέθησαν διὰ τὸ καὶ μέχρι θανάτου αὐτῇ παραμεῖναι. εἴρηται δὲ ἡ παροιμία ἐπὶ τῶν μέχρι θανάτου τοῖς εὐεργέταις συγκινδυνευόντων.
[46] Εὔνους ὁ σφάκτης: αὕτη ἡ παροιμία προηνέχθη ἀπὸ τοῦ Ὀρέστου, ὡς καὶ Ὅμηρος ἐδήλωσεν· ἀποκτείνας γὰρ τὴν μητέρα περίδειπνον ἐποίησεν. ὁμοίως δὲ καὶ ἀπὸ Ἀντιγόνου τοῦ βασιλέως, ὃς Σελήνην φονεύσας τὰ ὀστᾶ αὐτῆς μετὰ πολλῆς φροντίδος ἔπεμψε τῇ μητρί. ἔτι δὲ μᾶλλον ἀπὸ Πτολεμαίου τοῦ Φιλοπάτορος· τὴν γὰρ μητέρα Βερσενίκην καθείρξας ἐν μεγάροις καὶ παραδοὺς Σωσιβίῳ φυλάσσειν, ἡνίκα ἐκείνη οὐ φέρουσα τὴν κόλασιν ἔπιε θανάσιμον βοτάνην καὶ τὸ φάρμακον πιοῦσα ἀπέθανε, διὰ τὰς ἀπ' αὐτῆς τῶν ὀνείρων ταραχὰς ἐν μέσῃ τῇ πόλει μνῆμα οἰκοδομήσας, ὃ νῦν Σῆμα καλεῖται, πάντας ἐκεῖ τοὺς προπάτορας σὺν αὐτῇ κατέθετο, καὶ Ἀλέξανδρον τὸν Μακεδόνα. καὶ ἐπὶ τῶν Αἰγιαλῶν δὲ ἱερὸν αὐτῇ ἱδρύσαντο, ὃ ἐκάλουν Βερσενίκης σωζούσης.
[47] ὤδινεν ὅρος, εἶτα μῦν ἀπέτεκεν: ὅταν ἐλπίσας τις μεγάλα μικροῖς ἐντύχῃ.
[48] Κασιωτικὸν ἅμμα: ἐπὶ τῶν σκολιῶν τοὺς τρόπους. ἀπὸ τῶν ἐν Πηλουσίῳ Κασιωτῶν, οἳ φυσικῇ τέχνῃ ἅμματα ἔπλεκον δύσλυτα δοκοὺς ἐπὶ δοκοῖς συνάπτοντες.
[49] Κάθαμμα λύεις: παροιμία ἐπὶ τῶν δύσλυτόν τι λύειν ἐπιχειρούντων. λόγιον γὰρ τοῖς Φρυξὶν ἐκπεπτώκει, τῆς κομισάσης τὸν Μίδαν ἁμάξης εἴ τις ἐπιλύσειε τὸν δεσμὸν, τοῦτον τῆς Ἀσίας ἄρξειν. Ἀλέξανδρος δὲ ἔλυσεν.
[50] τὸ Πάσητος ἡμιωβόλιον: ὁ δὲ Πάσης οὗτος μαλακὸς ἦν τὴν φύσιν, πάντας δὲ ἀνθρώπους ἐν μαγείᾳ διενήνοχεν, ὥστε ἐκ τῶν ἐπαοιδῶν αὐτοῦ καὶ δεῖπνα πολυτελῆ ὁρᾶσθαι καὶ διακονουμένους τινάς, καὶ πάλιν ἀφανῆ πάντα γίνεσθαι. εἶχε δὲ καὶ ἡμιωβόλιον ἐκ μιᾶς αὐτῷ πεποιημένον, ὁ διαδιδόμενον ὑπ' αὐτοῦ τοῖς πιπράσκουσι παρ' ὧν ἤθελεν ὠνεῖσθαι, εἰ ἐβούλετο, πάλιν παρ' αὐτῷ ηὑρίσκετο. καὶ Ἀπίων δὲ ὁ γραμματικὸς μνημονεύει αὐτοῦ ἐν τῷ περὶ μάγου.
[51] Βυζίνη παρρησία: ἐπὶ τῶν σφόδρα πεπαρρησιασμένων. ἀπὸ Βυζίνου τοῦ Ποσειδῶνος μετὰ παρρησίας ἀεὶ διαλεγομένου.